Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 29
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 29
Not analysed yet
Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτου. περὶ δὲ παίδων Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα· λάβδα κύει, τέξει δ’ ὀλοοίτροχον. περὶ δὲ ἀποικίας στέλλ’ ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαὸν, ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον. περὶ δὲ κενῆς δόξης γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον· ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες θ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. καί μοι δοκεῖς οὐδὲν τόν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασ, εἰ μισθοῦ τραχηλίζουσι ,σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων ,εἰ μισθοῦ τραχηλίζονται. εἶθ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα πότερον γαμήσει ἢ μὴ, ἀλλ’ ὅτι με- τανοήσει ἀμφότερα· πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων οὐκ εὖ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο. ἑτέρου δὲ ἀπο- δημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι ’τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών·