Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.1-6
Not analysed yet
Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν ὠ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης ,ἔτλητ’ ἐλθέμεναι καἲ ἐμὴν ἐρεεινέμεν ὀμφὴν, ὁππόθι δῃωθῇ περικαλλέος ἕδρανα σηκοῦ. κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν. εὖτ’ ἂν ἄνω πνείοντες ὑπηέριοι κελάδοντες τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες —κρυμὸς δ’ αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται —μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθὴρ, αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός ’τὸν μὲν δὴ θῆρές τε κατ’ οὔρεα δειμαίνοντες φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν, οὐδὲ μένουσιν εἰσιδέειν ὄσσοισι καταιβάσιον Δῖός ἔγχος. τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ ἠλιβάτων τ’ ὀρέων κορυφαὶ νῆές τ’ ἐνὶ πόντῳ δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος · καὶ δ’ αὐτὴ πληγεῖσα Ποσειδάωνος ἑταίρη πολλάκις ἠχήεσσ’ ἀναχάζεται Ἀμφιτρίτη. ὑμεῖς οὑν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες, τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ ’ταῖσι γὰρ Οὐρανίδαο Δῖός κατένευσε κάρηνον, ὅττι κε δι)νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις. αἶσα γὰρ ἢν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι.