Ancient Greek · ~4 min
3.2 to 3.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.2-4-4
Not analysed yet
εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων θεῶν οἱ ναοὶ ,τά τε ἱερὰ αὐτῶν δώματα δάμναται ζαπύροις πωτήμασι ,τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνη- τοῖς ἀνθρώποις τῆς τῶν πεπρωμένων ἀποφυγῆς ; εἰ δὲ καὶ μηδεμία ἐκ θεῶν ὑπάρχοι βοήθεια, δεῖ δὲ ἐξ ἅπαντος τετλάναι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ ,τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή ; εἴποι ἄν τις. τί δὲ δεῖ λοιβῆς τε κνίσης τε καὶ τὸ ἐκ τούτων γέρας τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ’ οὐδὲν ἧμας ὠφελεῖν δύνανται; ἐπεὶ μηδὲ τῶν ἀγαθῶν δο- τῆρας οἴεσθαι χρῆν αὐτοὺς, ἀλλ’ ἣν καὶ τῶν ἐναντίων ὡμολόγουν αἰτίαν. εἰ γὰρ πέπρωται ἀνθρώποις εἴτε τι ἀγαθὸν εἴτε τι καὶ ἐναντίον ,ἔσται ἐξ ἀνάγκης καὶ παρέσται τοῦτο καὶ βουλομένων καὶ μὴ τῶν θεῶν. μόνην ἄρα τὴν ἀνάγκην θεραπευτέον, σμικρὰ, μᾶλλον δὲ τὸ μηδὲν φροντίσαντας τῶν θεῶν, μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων.