Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.15-2
Not analysed yet
ἡ μὲν οὖν ἀφρογενὴς καὶ κυπρογενὴς καὶ Κινύρᾳ φίλη, τὴν Ἀφροδίτην λέγω, τὴν‘φιλο- μήδεα, ὅτι μηδέων ἐξεφαάνθη ,μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων ,ὡς ἀσελγῶν ὑμῖν μο— ῥίων ἄξιος Ἀφροδίτη γίνεται καρπὸς, ἐν ταῖς τελε- ταῖς ταύτης τῆς πελαγίας ἡδονῆς ,τεκμήριον τῆς γο- νῆς ,ἁλῶν χόνδρος ,καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδέδοται· νόμισμα δὲ εἰσφέ- ρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί.