Ancient Greek · ~7 min
3.16 to 3.22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.16-22
Not analysed yet
"Δῃοῦς δὲ μυστήρια καὶ Δῖός πρὸς μητέρα Δήμητρα ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις, οὐκ οἶδ’ ὅ τι φῶ λοιπὸν ,μητρὸς ἢ γυναικὸς ,τῆς Δῃοῦς ’ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι Δῖός καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουρ- γίαι· ταῦτα οἶ Φρύγες τελίσκουσιν Ἄττιδι καἰ Κυβέλῃ καὶ Κορύβασι. τεθρυλήκασι δὲ ὡς ἄρα ἀπο- σπάσας ὁ Ζεὺς τοὐ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δῃοῦς, τιμωρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων ,ὡς ἑαυτὸν δῆθεν ἐκτεμών. τὰ σύμβολα τῆς μυήσεως ταύ- τῆς ἐκ περιουσίας παρατεθέντα οἶδ’ ὅτι κινήσει γἐ- λωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους. ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφό- ρησα, ὑπὸ τὸν παστὸν ὑπέδυν. ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; οὐ χλεύη τὰ μυστήρια; "‟Τί δ’ εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κύει μὲν ἡ Δημήτηρ, ἀνατρέφεται δὲ ἡ κόρη, μίγνυται δ’ αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερρεφἀττῃ τῇ ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν Δῃῶ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, καὶ μίγνυται δράκων γενόμενος, ὃς ἦν ἐλεγχθείς. Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεός· δράκων δέ ἐστιν οὗτος διολκούμενος τοῦ κόλπου τῶν τελουμένων ,ἔλεγχος ἀκρασίας Δῖός. κύει καὶ ἡ Φερρέφαττα παῖδα ταυρόμορφον. ἀμέλει φησί τις ποιητὴς εἰδωλικὸς, ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων, ἐν ὄρει τὸ κρύφιον βουκόλος τὸ κέντρον· βουκολικὸν ,οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ κάλων ἀναστρέφουσιν οἱ Βάκχοι. ‘‘Βούλει καὶ τὰ Φερρεφάττης ἀνθολόγια διηγήσωμαί σοι, καὶ τὸν κάλαθον, καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀϊδωνέως, καὶ τὸ χάσμα τῆς γῆς, καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι’ ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίξοντες χοίρους ἐκβάλλουσι;