Ancient Greek · ~4 min
3.24 to 3.27
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.24-27
Not analysed yet
‟Καὶ τῆσδε ἡμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σὐμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι · ἀστράγαλος, σφαῖρα ,στρόβιλος ,μῆλα ,ῥόμβος ,ἔσοπτρον, πόκος. Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου ὑφελομένη Πάλλας ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη· οἱ δὲ Τιτᾶνες, οἶ καὶ διασπάσαντες αὐτὸν, λέβητά τινα τρίποδι ἐπιθέντες, καὶ τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη ,καθήψουν πρότερον, ἔπειτα ὀβελίσκοις ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. Ζεὺς δ’ ὕστερον ἐπιφανεὶς —εἰ θεὸς ἦν ,τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβὼν, ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοὶ —κεραυνῷ τοὺς Τιτάνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται καταθάψαι. ὁ δὲ, οὐδὲ γὰρ ἠπείθησε Διὶ, εἰς τὸν Παρνασὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν. Εἰ θέλεις δ’ ἐποπτεῦσαι καὶ τὰ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην, καὶ καταστέψαντες ἐθαψάτην ,φέροντες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τἀς ὑπωρείας τοῦ Ὀλύμπου.