Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.23
Not analysed yet
ταύτην τὴν μυθολογίαν ποικίλως κατὰ πόλεις ἑορτάζουσιν αἱ γυναῖκες, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητοφόρια, πολυτρόπως τὴν Φερρεφάττης ἐκτραγῳδοῦσαι ἁρπαγήν. τὰ γὰρ Διονύσου μυστήρια τέλεον ἀπάνθρωπα, ὂν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν οὗτοι δὴ οἷ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος, κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια, μῆλά τε χρύσεα καλὰ παρ’ Ἑσπερίδων λιγυφώνων.