Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.3-4
Not analysed yet
δέον δὲ ἔτι καὶ ταῦθ’ ὑπάρχειν παρὰ σοὶ διηκριβωμένα ‚διὰ τὸ καὶ φιλοσοφωτέραν εἷναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὧς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καἲ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων ‚καὶ τῶν κατ’ αὐτὰ πεπολιτευμένων ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν ‚ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης.