Ancient Greek · ~4 min
3.4 to 3.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.4-2-6
Not analysed yet
ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν ἐν Ἱεροσολύμοις ἀρχιερέα ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον ἑαυτῶν, ἀφ’ ἑκάστης φυλῆς ἓξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων όνων ἐξετάσαντες, καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σὴς προαιρέσεως, θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός.’ Τῆς δὲ ἐκδόσεως ταύτης γενομένης ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, ‚σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα ‚καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα, καὶ λίθων ἱκανόν τι πλῆθος. ἐκέλευσε δὲ τοὺς χρηματοφύλακας τοῖς τεχνίταις ὣν ἂν προαιρῶνται τὴν ἐκλογὴν διδόναι, καὶ νομίσματος εἰς θυσίας καὶ τὰ ἄλλα πρὸς τάλαντα ἑκατόν. δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς ‚ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον