Ancient Greek · ~7 min
3.35 to 3.41
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.35-41
Not analysed yet
κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων ῾ενήστευσα. ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον, καὶ ἐκ καλάθου εἰς κίστην.’ καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα. Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦ μεγαλήτορος ,μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, οὕστινας μένει τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται. τίσι δὲ μαντεύεται Ἡράκλειτος ὁ Ἐφέσιος ; νυκτιπόλοις ,μάγοις, βάκχοις, Λήναις, μύσταις· τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· τὰ γὰρ νομιζόμενα κατ’ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται. νόμος οὖν καὶ ὑπόληψις κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστι θρησκευομένη τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προτρεπομένων. οἷαι δὲ καὶ αἶ κίσται αἶ μυστικαί; —δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν —οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα, χόνδροι τε ἁλῶν, καὶ δράκων ὄργιον Διονύσου Βασσάρου ; οὐχὶ δὲ ῥοιαὶ, πρὸς τοῖσδε καὶ καρδίαι, νάρθηκές τε καὶ κιττοὶ, πρὸς δὲ καὶ φθόις καὶ μήκωνες; ταῦτ’ ἔστιν αὐτῶν τὰ ἅγια. καὶ προσέτι τῆς Θέμιδος τὰ ἄρρητα σύμβολα, ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος ,ὅς ἐστιν εὐφήμως καὶ μυστικῶς μόριον γυναικεῖον. ὢ τῆς ἐμφανοῦς ἀναισχυντίας · πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη, νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχούμενον. ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ · αἰδέσθητι ,δᾳδοῦχε ,τὰς λαμπάδας · ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετιμήσθω τὰ ὄργια. τὸ πῦρ οὐχ ὑποκρίνεται · ἐλέγχειν καὶ κολάζειν κελεύεται.’