Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.42
Not analysed yet
‟Ταῦτα τῶν ἀθέων τὰ μυστήρια. ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι ,παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπὸ αἰσχύνης ἀναισχύντως σέβουσι ,διττῇ ἐνισχημένοι τῇ ἀθεότητι · προτέρᾳ μὲν, καθ’ ἣν ἀγνοοῦσι τὸν θεὸν, τὸν ὄντως ὄντα μὴ γνωρίζοντες θεὸν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ δὴ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες ,καὶ θεοὺς τούτους ὀνομάξοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας." Τοσαῦτα καὶ οὗτος.