Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.5
Not analysed yet
καὶ μὴν ἰδίως ἡμῖν ἡ μετὰ χεῖρας ἐκπονεῖται πρόθεσις. πρῶτός γέ τοι παντων ὁ ἱερὸς ἀπόστολος Παῦλος τὰς μὲν ἀπατηλὰς καὶ σοφιστικὰς πιθανολογίας παραιτούμενος, ἀναμφι- λόγοις δὲ χρώμενος ταῖς ἀποδείξεσι, φησί που “καὶ ὁ λόγος ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς ἀνθρωπίνης] σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δνυάμεως.” οἶς ἐπιλέγει “σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεδρυμμ; νην. καὶ αὖθις ἡ ἱκανότης ἡμῶν φησὶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης.’