Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.6
Not analysed yet
εἰκότως δῆτα καὶ ἡμῖν ἅπασι παρήγ- γελται ἑτοίμους εἷναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος. ὅθεν καὶ τῶν νέων συγγραφέων μυρίας ὅσας, ὡς εἴρηται, πανσόφους καὶ ἐναργεῖς μετὰ συλλογισμῶν ἀποδείξεις ὑπέρ τε τοὐ καθ᾿ ἡμᾶς γραφείσας λόγου διαγνῶναι πάρεστιν, ὑπομνήματά τε οὐκ ὀλίγα εἰς τὰς ἱερὰς καὶ ἐνθέους γραφὰς πεπονημένα, τὸ ἀψευδὲς καὶ ἀδιάπτωτον τῶν ἀρχῆθεν καταγγειλάντων ἡμῖν τὸν τῆς θεοσεβείας λόγον γραμμικαῖς ἀποδείξεσιν παριστῶντα.