Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.8
Not analysed yet
αὐτίκα γοῦν τὴν διδασκαλίαν αὐτοῦ κηρυχθήσεσθαι καθ᾿ ὅλης τῆς ἀνθρώπων οἰκουμένης εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι θεσπίσαντος, τήν τε ὕστερόν ποτε τῇ αὐτοῦ δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ᾿ οὓς ἐνηνθρωπήκει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσαν, ἐνθέῳ προγνώσει ἀήττητον καὶ ἀκατάπληκτον ἔσεσθαι, καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον, ὡς ἂν ἐπ᾿ ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζωμένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν ἀναιδῶς παρεσκευασμένων.