Ancient Greek · ~2 min
3.9 to 3.10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.9-10
Not analysed yet
τίς γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν ἂν τῇ προρρήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις ,ἀλλ᾿ οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη, προφήσασά τε καὶ ἔργοις ἐπιτελέσασα; πεπλήρωκε γοῦν τὴν σύμπασαν, ὅσην ὁ ἥλιος ἐφορᾷ, ἡ τοῦ κατ᾿ αὐτὸν εὐαγγελίου φή- μὴ, καὶ πάντα τὰ ἔθνη διέδραμεν, εἰσέτι τε νῦν αὔξει καὶ ἐπιδίδωσι τὰ περὶ αὐτοῦ κηρύγματα ταῖς αὐτοῦ φωναῖς ἀκολούθως.