Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.9-3
Not analysed yet
καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν, ἀλλὰ δύνατον εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἶ πάντα γεννῶντες. καὶ τὸν ποιητὴν δ’ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων, θεῖναί που κάτα ποίησιν τὸ προειρημένον ὡς γινόμενον, Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες. περὶ μὲν οὑν τῶν ἐν οὐρανῷ θεῶν καὶ γένεσιν ἀίδιον ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιο.”