Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.10
Not analysed yet
Ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασὶν, ὑπάρξαντας μὲν θνητοὺς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. μεθερμηνευομένων δ’ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν ,Ἥλιον τε καὶ Κρόνον καὶ Ρέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωαν προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ηλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον ,ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ.”