Ancient Greek · ~2 min
31.2 to 31.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 31.2-3
Not analysed yet
ἢ τοῖς ἥκουσι Κρητῶν Φαιστοῦ καὶ Τάρρας ναέται, Δίου τε πολύρρου, Πυθωον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις ,καὶ Ζῆνα σέβοντες. οἶς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τύφου οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες. ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φαντα- ζόμενος.