Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 31
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 31.1
Not analysed yet
Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν ,εἴ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου · ἢ Ἀντιόχῳ τῷ Παρίω ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν Ἀντίοχ’ ,εἰς Θάσον ἐλθὲ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας, Ἀντίοχ’, εἰς νοῦν ἐλθὲ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.