Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 32
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 32.2
Not analysed yet
Ταῦτα μὲν οὑν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον ,ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰ- σχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν ἂν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον ’καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὃμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων’ ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει