Ancient Greek · ~7 min
33.1 to 33.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 33.1-9
Not analysed yet
“’Αθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὢ Τελεσίκλεις, ἔσσετ’ ἐν ἀνθρώποις. ὁ δὲ παῖς ἦν Ἀρχίλοχος. ἔσται σοι κοῦρος, Μνησαρχίδῃ ,ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει, καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται. ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δὲ σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν, ἡ δ’ ἀθανάτοις ἰσόμοιρος, ζῶν καὶ ἀποφθίμενος. καὶ διὰ ταῦτα ἤκουεν ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι. λέγει δὲ οὐκ ἄνθρωπος ,ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. ἄγε οὖν, ὦ θεὲ, μὴ περιίδῃς μηδ’ ἡμᾶς. ἐπιθυμοῦμεν γὰρ, εἰ μή τι ἀδικοῦμεν, οἶ μὲν Κλεοῦς ἐσθλοῦ, οἷ δὲ στεφάνων ἱερῶν ,οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἶ δὲ αὐτῆς ἀθανασίας. τί ποτ’ οὖν ἦν τοῦτο δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ φθονήσῃς ,ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς ; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου ,εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας, λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. καὶ οὐδὲν ἴσως θαυμαστόν. διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχὴν εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φουεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς ,ἄνδρα φωνάεντα ἀποκτείνας. οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ ’Μουσάων γὰρ ἀπέκτεινε θεράποντα.