Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 33
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 33.13
Not analysed yet
οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης οὔτε ὁ Οἰδίπους οὔτε ὁ Φινεὺς ἐκεῖνος ,οὐδ’ ἂν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν, ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι ,εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης 5 ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλὴς, ἐμελῆσαι ἂν τῶν κακῶν ἐκείνων, καὶ οὐκ ἐπὶ τὸ κρείττονα φρονεῖν, ἀλλ’ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι·