Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 33
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 33.12
Not analysed yet
εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα ’εἰ δὲ καὶ δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος ,καὶ αὕτη πιστὴ ,καὶ οὐχ ἥττων τῆς τῶν τυράννων, οὐδὲ τῆς τῶν ὄχλων, φέρε ,φράσον σὸν ἡμῖν ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἔνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων.