Ancient Greek
35.1 to 35.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 35.1-2
Not analysed yet
“οὗτος ἀνὴρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Αἰακίδης, βασιλεὺς κλεινοῖο Κορίνθου. οὐκοῦν καὶ οἱ τύραννοι ,οὐ μόνον οἶ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὃς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, καὶ Μελάνιππος ὁ πολλὰ ἀγαθὰ τῇ Γελώων πόλει τεύξας. πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φαλαρὶς ὄλβιός ,ὁμότροπος ὢν Κυψέλῳ ; ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν εὐδαίμων Φαλαρὶς καὶ Μελάνιππος ἔφυ ,θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας.