Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 35
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 35.3
Not analysed yet
ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Θαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ῂκίσατο μὲν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκε ’Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλαρίδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. ἀλλ’ εὖ γε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω