Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 36
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 36.4
Not analysed yet
ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμὸς (Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοὶ, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετὲς, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται, κἄπεικτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύ- χην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυφεδόνα; ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ᾿ αὐτὴν ἐπέρρωσέ τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπτος ἐπιθήκη.’