Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 36
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 36.3
Not analysed yet
καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ, οὐδ’ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθε παρανοίας ὥστ’ ’ἐλάινον κορμὸν θεῶσαι ’ὃν οἶ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δὶς, εἰ βούλει, καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι ,καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες, οὐδ’ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἂν, μὰ τον Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις.