Ancient Greek
ΒΙΒΛΙΟΝ ENATON, Chapter 37
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 37
Not analysed yet
Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς περὶ Ἱεροσολύμων κρήνην εἶναι, ταύτην δὲ ἐν μὲν τῷ χειμῶνι ξηραίνεσθαι ,ἐν δὲ τῷ θέρει πληροῦσθαι. λέγει δὲ ἐν τῇ πρώτῃ οὕτως νηχόμενος δ’ ἐφύπερθε τὸ θαμβηέστατον ἄλλο δέρκηθρον σὺν ἀοιδὰ μεγιστούχοιο λοετροῖς ῥεύματος ἐμπίπλησι βαθὺν ῥόον ἐξανιείσης, καὶ τὰ ἐξῆς. οἶς πάλιν ὑποβὰς περὶ τῆς πληρώσεως ἐπιλέγει ῥεῦμα γὰρ ὑψιφάεννον, ἐν ὑετίοις νιφετοῖσιν ἱέμενον, πολυγηθὲς, ὑπὲρ πύργοισιν ὄροισι στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα, κρήνης τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν, καὶ τὰ τούτοις ἀκόλουθα. εἶτα πάλιν περὶ τῆς τοῦ ἀρχιερέωςκρήνης κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως αἰπὺ δ’ ἄρ ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι σωλῆνες, καὶ ὅσ’ ἁ ἄλλα τούτοις ἕπεται.” Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυίστορος.