Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4
Not analysed yet
ὧν πρώτου λαβὼν ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν προκειμένων φωνὰς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους ἐφ᾿ ἅς φησιν εἶναι μυστηριώδεις θεο- λογίας· ἅς δὴ ἐκκαλύπτων τὸν μὲν Διόνυσον τὴν μέθην εἶναί φησιν, οὐκέτι τὸν ὑπὸ τῆς ἱστορίας ἐν τῷ πρὸ τούτου συγγράμματι δεδηλωμένον θνητὸν ἄνδρα, τὴν δὲ Ἥραν τὴν γαμήλιον ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν· εἶθ’, ὡσπερ ἐπιλελησμένος τῆς ἀποδόσεως, ἑτέραν ἑξῆς ἐπισυνάφας ἱστοίαν, τὴν Ἡραν οὐκέτε ὡς τὸ πρότερον, ἀλλὰ τὴν γῆν ὀνομάζει, λήθην δὲ καὶ νύκτα τὴν Λητώ· καὶ άλιν τὴν αὐτὴν τῇ Λητοῖ μαησιν εἶναι τὴν Ἡραν· εἶτ’ ἐπὶ τούτοις εἰσάυεται αὐτῷ ὁ Ζεὺς εἰς τὴν αἰθέριον δὐναμιν ἀλληγορούμενος.