Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.1-6
Not analysed yet
Κἄπειτα μέρος οὐ μικρὸν τοῦ παντὸς σφὰς αὐτοὺς εἶναι συναισθόμενοι τὸ μέν τι αὐτῶν τίμιον εἷναι ἡγήσαντο, (τοῦτο δὲ καὶ τὸν ἀληθῆ ἄνθρωπον, τὸν κατὰ ψυχὴν νενοημένον,) τὸ δὲ τούτου χώραν περιβολῆς ἐπέχειν · τοῦτο δὲ εἶναι τὸ σῶμα. καὶ δὴ τοῦτον διελόμενοι τὸν τρόπον τὴν πᾶσαν περὶ τῆς τοῦ ἔνδον ἀνθρώπου ζωῆς φροντίδα καὶ σπουδὴν εἰσηνέγκαντο.