Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.2-6
Not analysed yet
τοῦτο δὲ παρὰ τῷ πάντων δημιουργῷ θεῷ προσφιλὲς εἶναι λογισάμενοι ,ὅς που τὴν ἀνθρώπων φύσιν τῶν ἐπὶ γῆς ἀπάντων κρατεῖν οὐ ῥώμῃ σώματος ὡς ἀρετῆ̣ ψυχῆς ἐδωρήσατο· τὰ μὲν γὰρ τῶν ὄντων εἶναι ἄψυχα, οἷα λίθους καὶ ξύλα, τὰ δὲ ζωτικῆς δυνάμεως μέτοχα, οἶα τὰ ἀπὸ γῆς βλαρτήματα, τὰ δὲ αἰσθήσεως ὁρμῆς τε φανταστικῆς μεμοιραμένα, οἶα ζῴων τὰ ἄλογα· πάντα δὲ ταῦτα ἑνὶ τῷ τῶν ἀνθρώπων γένει πρὸς ὑπηρεσίαν δουλοῦσθαι, οὐ ῥώμῃ σώματος καὶ ἰσχύι· κατηναγκασμένα ,λογισμῷ δὲ καὶ ψυχῆς ἀρετῇ ,ᾗ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς ἀρχικόν τε καὶ βασιλικὸν γέρας ἄνωθεν παρὰ τοῦ τῶν ὅλων αἰτίου συγκεχωρῆσθαι κατειλήφασιν·)