Ancient Greek · ~2 min
4.12 to 4.13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.12-13
Not analysed yet
Πάντα δὴ ἀθρόως ταῦτά τις συναγαγὼν πῶς οὐκ ἂν ὁμολογήσειε τὰ μέγιστα καὶ ἀληθῶς ἀγαθὰ πάντας ἀνθρώπους εὐαγγελίσασθαι τὸν ἡμέτερον λόγον, τό τε αὐτόθεν ὑπερέχον πρὸς εὐζωί· αν τῷ τῶν ἀνθρώπων παρεσχηκέναι βίῳ; ὁποῖον δέ σοι εἶναι δοκεῖ τὸ πᾶν γένος ἀνθρώπων, οὐ μόνον Ἑλλήνων, ἀλλὰ καὶ τῶν ἀνημερωτάτων βαρβάρων καὶ τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκούντων, τῆς μὲν ἀλόγου θηριωδίας ἀνασχεῖν, δόξας δὲ φιλοσόφους ἀναλαβεῖν παρασκευάσαι;