Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.14
Not analysed yet
οἷον, φέρε εἰπεῖν, τὰς περὶ ἀθανασίας ψυχῆς, καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι’ ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέησαι· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ διαβοηθέντας, καὶ παίγνιον τὸν θρυλούμενον ἐκεῖνον θάνατον, ἀνὰ στόμα πάντων φιλοσόφων ᾀδόμενον· θηλειῶν παρ’ ἡμῖν καὶ κομιδῇ παίδων βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν τῷ δοκεῖν τῇ τοῦ σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν περὶ ψυχῆς ἀθανασίας λόγον ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων.