Ancient Greek
4.3 to 4.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.3-4-7
Not analysed yet
ἔνθεν ὁρμώμενοι σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾶν διενοήθησαν, τὸ δ’ ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν τε καὶ νοερὸν, θεῖόν τε καἰ ἐπιστημονικὸν ὡς ἂν τοῦ ἐπὶ πάντων θεοῦ τὴν ὁμοίωσιν φέρον ,μόνον διὰ σπουδῆς ἔσχον. εἶτα μηδὲν ἄλλο τι ἐνθυμηθέντες ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ θεοῦ, τέλος ἁπάσης εὐδαιμονίας τὴν αὐτοῦ γνῶσίν τε καὶ φιλίαν εἶναι ἀπεφήναντο ,ὅτι καὶ αὐτῆς ζωῆς καὶ ψυχῆς καὶ σώματος καὶ τῶν τούτοις ἀναγκαίων μό- νος αὐτὸς ἀνῆπται τὴν αἰτίαν. τούτῳ δὴ οὖν σφᾶς ὅλους αὐτῷ σώματι καὶ ψυχῇ φέροντες ἀνατεθείκασι, τεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ’ αὐτὸν ἀναρτησάμενοι, καὶ μόνῳ προσέχειν, ἄλλῳ δὲ μηδενὶ τῶν ὁρωμένων ἀξιώσαντες. οὕτω δὴ φιλόθεοι ὁμοῦ καὶ θεοφιλεῖς ἀναφανέντες θεραπευταί τινες ὄντως καὶ ἱερεῖς τοῦ ὑψίστου θεοῦ ἀπεφάνθησαν, ἢ καὶ γένος ἐκλεκτὸν καὶ βασιλικὸν ἱεράτευμά τε θεοῦ καὶ ἔθνος ἅγιον προσαγορευθῆναι ἠξιώθησαν, σπέρμα τῆς ἀληθοῦς ταύτης εὐσεβείας καὶ τοῖς ὀψιγόνοις αὐτῶν ἀπολελοιπότες. ἆρ᾿ οὖν λογισμῷ σοι δοχοῦμεν τούσδε τῶν Ἑλληνιχῶν προτετιμηκέναι, καὶ μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν τῶν τε περὶ τοὺς θεοὺς δυσφήμων ἀτοπημάτων τὰς παρ᾿ Ἑβραίοις περὶ εὐσεβῶν ἀνδρῶν διηγήσεις ἀποδέξασθαι;