Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.4
Not analysed yet
ἐπεὶ δὲ παρῆν ὁ Χριστὸς τοῦ θεοῦ, περὶ οὗ πάλαι διὰ τῶν προφητῶν ἀνείρητο “ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. καὶσυγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν,” ἀκόλουθα ταῖς προρρήσεσιν ἐπηκολούθει τὰ ἔργα πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία ῾Ρωμαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπι- φανείᾳ μοναρχήσαντος. ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦ οὐκ ἂν ἴδοις, ὡς τὸ πρὶν, πόλεις πόλεσι πολέμους οὐδ’ ἔθνος ἔθνει διαμαχόμενον, οὐδέ γε τὸν βίον ἐν τῇ παλαιᾷ συγχύσει κατατριβόμενον.