Ancient Greek · ~3 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.5
Not analysed yet
καίτοι πῶς οὐκ ἄξιον θαυμάζειν ἐπιστήσαντα τί δή ποτε τὸ μὲν παλαιὸν, ὅτε τῶν ἐθνῶν ἁπάντων κατετυράννουν οἶ δαίμονες καὶ πολλή τις ἦν τῶν ἀνθρώπων ἡ περὶ αὐτοὺς θεραπεία, πρὸς αὐτῶν τῶν θεῶν εξοιστρούμενοι ἐπὶ τοὺς κατ’ ἀλλήλων ἐξεκαίοντο πολέμους —ὡς τοτὲ μὲν Ἓλληνας αὐτοῖς Ἓλλησι, τοτὲ δὲ Αἰγυπτίους Αἰγυπτίοις, καὶ Σύρους Σύροις, Σύροις, τε Ῥωμαίοις πολεμεῖν, ἀνδραποδίζεσθαί τε ἀλλήλους καὶ κατατρύχειν ταῖς πολιορκίαις, ὥσπερ οὖν αἱ περὶ τούτων δηλοῦσι τῶν παλαιῶν ἱστορίαι —ἄμα δὲ τῇ τοῦ σωτῆρος ἡμῶν εὐσεβεστάτῃ καὶ εἰρηνικωτάτῃ διδασκαλίᾳ τῆς μὲν πολυθέου πλάνης καθαίρεσις ἐπετελεῖτο, τὰ δὲ τῆς τῶν ἐθνῶν διαστάσεως παῦλαν αὐτίκα παλαιῶν κακῶν ἀπελάμβανεν; ὃ καὶ μάλιστα μέγιστον ἡγοῦμαι τεκμήριον τυγχάνειν τῆς ἐνθέου καὶ ἀπορρήτου δυνάμεως τοὺ σωτῆρος ἡμῶν.