Ancient Greek · ~6 min
4.4 to 4.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.4-4-9
Not analysed yet
Σαφῶς διὰ τούτων ὁ προδηλωθεὶς φιλόσοφος ὅτι δαίμοσι πονηροῖς τὰ προειρημένα κατὰ πάσας τὰς πόλεις ἐπετελεῖτο παρέστησεν. εἰ δὲ καί τινες ἦσαν ἐν τούτοις, ὥς φασιν, ἀγαθοὶ τὴν φύσιν ἢ καὶ θεοὶ, τί χρῆν θεραπεύειν τοὺς φαύλους, πρὸς τῶν ἀγαθῶν ἀπελαύνεσθαι αὐτοὺς δέον; εἰ γὰρ δή τινες ἦσαν αὐτοῖς ἀγαθοὶ προστάται, τούτοις ἐπιθαρσοῦντας τὸ μηδὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι’ αἰσχρορρημοσυνων τὰς ἐναντίας ἀποτρέπεσθαι δυνάμεις ὅτε δὲ τούτων μὲν οὐδὲν ἔπραττον, βίῳ δ’ αἰσχρῷ καὶ ἀκολάστῳ καὶ ῥήμασιν ἀσέμνοις ὠμοφαγίαις τε καὶ διασπασμοῖς καὶ ἀνθρωποθυσίαις τοῖς πονηροῖς δαίμοσιν ἐκαθικέτευον, πῶς καὶ δυνατὸν ἦν αὐτοὺς τὰ τοιαῦτα δρῶντας, καὶ τὰ τοῖς φαύλοις κεχαρισμένα διαπραττομένους ,τῷ ἐπὶ πάντων θεῷ ,ἢ ταῖς ὑπ’ αὐτὸν θείαις δυνάμεσιν, ἢ ὅλως ἀγαθοῖς τισὶ προσοικειοῦσθαι; ἀλλὰ γὰρ τοῖς πᾶσι πρόδηλον ὡς ὁ τὰ φίλα τοῖς φαύλοις ἐπιτελῶν οὐκ ἄν ποτε τῶν ἀγαθῶν γένοιτο προσφιλής. οὐκ ἄρα θεοῖς, οὐδ’ ἀγαθοῖς δαίμοσιν, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ δεδηλωμένοι. ἔτι δὲ μᾶλλον τοῦτον πιστοῦται τὸν λόγον ὁ Πλούταρχος ἐν οἷς φησι τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις λόγους εἶναί τινας περὶ δαιμόνων, τά τε παρ’ Ἕλλησιν ᾀδόμενα γιγαντικά τινα καὶ Τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν. μήποτε ἄρα τοιαῦτα ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων ἐν τῇ θείᾳ γραφῇ λεγόμενα, τά τε περὶ τῶν τούτους γεγεννηκότων, περὶ ὧν εἴρηται “ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο· ἀφ’ ὧν ἐγεννήθησαν οἱ γίγαντες οἶ ὀνομαστοὶ ἐξ αἰῶνος.’