Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.10-3
Not analysed yet
εἴποι γὰρ ἄν τις τούτους ἐκείνους εἶναι, καὶ τὰ ἐκείνων πνεύματα παρὰ τοῖς μετὰ ταῦτα ἀνθρώποις τεθεοποιημένα, καὶ τὰς ἐκείνων μάχας, τάς τε πρὸς ἀλλήλους διαστάσεις, καὶ τοὺς πολέμους. ταῦτ’ εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. λέγει δ’ οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξε λόγῳ "Περὶ τῶν κατὰ τὴν Ἴσιν καὶ τοὺς Αἰγυπτίων θεούς’’ αὐτοῖς ῥήμασι ταῦτα