Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.5-3
Not analysed yet
ἐπεὶ δὲ προωμολογήθη διὰ τῶν πρόσθεν εἰς Ἕλληνας παρ’ Αἰγυπτίων τὰ τῆς θεολογίας μετακεκομίσθαι ,ὥρα τούτοις στοιχεῖν καὶ Ἕλληνας, καὶ τὰ αὐτὰ Αἰγυπτίοις φυσιολογεῖν, ἀπελέγχεσθαί τε αὐτοὺς οὐδὲν πλέον τῆς ἀψύχου ὕλης θεοποιοῦντας. ταῦτα γὰρ ἦν τὰ σεμνὰ Αἰγυπτίων κατὰ τὴν τοῦ δεδηλωμένου συγγραφέως γραφὴν, ὅστις πάλιν ἐν οἷς ἐπέγραψε Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς τοιαῦτα περὶ τῶν αὐτῶν διέξεισιν