Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.4-3
Not analysed yet
εἰ τοίνυν εἰς μόνα τὰ ὁρώμενα τοῦ κόσμου στοιχεῖα καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἡρμήνευται τοῖς Αἰγυπτίοις, τὰ δὲ στοιχεῖα καὶ πάντα τὰ ὁρατὰ σώματα τῷ ἰδίῳ λόγῳ ἄψυχα καὶ ἄλογα ῥευστά τε τῇ φύσει καὶ φθαρτὰ συνέστηκε, θέα εἰς οἶα πάλιν αὐτῶν καταπέπτωκεν ἡ θεολογία, τὴν ἄψυχον οὐσίαν καὶ τὰ νεκρὰ καὶ ἄλογα σώματα θειάζουσα, μάλιστα ὅτε εἰς ἀσωμάτους καὶ νοερὰς οὐσίας οὐδὲν αὐτοῖς ἀνεφέρετο, οὐδὲ ἐπὶ νοῦν καὶ λόγον δημιουργικὸν τῶν ὅλων.