Ancient Greek · ~3 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.6
Not analysed yet
Τῆς δ’ ἐκ τῶν αὐτοῦ λόγων προφαινομένης ὠφελείας δεῖγμα ἐναργὲς ἴδοις ἂν ἐπιστήσας ὡς οὐδὲ ἄλλοτέ πω ἐξ αἰῶνος, οὐδ’ ὑπό τινος τῶν πάλαι δοαφανῶν, ἐκ μόνων δὲ τῶν αὐτοῦ φωνῶν καὶ τῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην διαδοθείσης διδασκαλίας αὐτοῦ εὖ τὰ πάντων τῶν ἐθνῶν νόμιμα κεῖται, αὐτὰ ἐκεῖνα τὰ πρὶν θηριώδη καὶ βάρβαρα, ὡς Πέρσάς μητρογαμεῖν τοὺς αὐτῷ μαθητευθέντας, μηδ’ ἀνθρωποβορεῖν Σκύθας διὰ τὸν καὶ μέχρις αὐτῶν ἐλθόντα τοῦ Χριστοῦ λόγον, μηδ’ ἄλλα γένη βαρβάρων ἐκθέσμως θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι, μηδ’ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι καὶ τὰς παρὰ φύσιν ἡδονὰς μετιέναι, μηδὲ κυσὶ καὶ οἰωνοῖς τοὺς οἰκείους νεκροὺς προτιθέναι τοὺς πάλαι τοῦτο πράττοντας, μηδ᾿ ἀγχόνῃ τοὺς γεγηρακότας ὥσπερ οὖν πρότερον, παραβάλλειν, μηδὲ σάρκας νεκρῶν τῶν φιλτάτων κατὰ τὸ παλαιὸν ἔθος θοινᾶσθαι, μηδ᾿ ἀνθρωποθυτεῖν ὡς θεοῖς τοῖς δαίμοσι κατὰ τοὺς παλαιοὺς, μηδὲ τὰ φίλτατα κατασφάττειν ἐπ᾿ εὐσεβείας ὑπολήψει.