Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 45
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 45
Not analysed yet
“Περὶ ἰδέας. Ἰδέα δέ ἐστιν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφε- στῶσα καὶ καθ’ ἑαυτὴν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων δείξεως. Σωκράτης καὶ Πλάτων’ χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνουσιν, ἐν τοῖς νοήμασι καὶ ἐν ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας. Ἀριστοτέλης εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης ,ἔξω γεγονὼς τοῦ ὑπὸ τοῦ θεοῦ. Οἶ’ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα τὰς ἰδέας.”