Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 48
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 48
Not analysed yet
‟Πόθεν φωτίζονται οἱ ἀστέρες. Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου καταλάμπεσθαι. Ἡράκλειτος καὶ οἶ Στωϊκοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως. Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ, ἀλλ’ ἀίδια. Πλάτων’ κοινῶς τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα ἔξ αὐτοῦ τρέφεσθαι.”