Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.1-2
Not analysed yet
Τῆς μὲν οὖν Ἑλληνικῆς θεολογίας ,λέγω δὲ τῆς πανδήμου καὶ μυθικωτέρας καὶ πολὺ πρότερον τῆς παρὰ Φοίνιξι καὶ Αἰγυπτίοις τοῖς τε ἄλλοις, ὧν τὴν μνήμην οἱ πρὸ τούτου περιέσχον λόγοι, τοιόσδε τις ὁ τρόπος ἀποδέδεικται, οἷος διὰ τῶν προεκτεθεισῶν φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάγνωσίν τε καὶ ἐπίκρισιν τοῖς ἐντευξομένοις προτεθείκαμεν ,ὡς ἂν αὐτοὶ μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἶ τῶνδε εἰσέτι νῦν ἄπειροι τίνες ὄντες πάλαι πρότερον, καὶ οἵων ἐκ πατέρων φύντες, πηλίκοις τε τὸ πρὶν κακοῖς πεπεδημένοι, δυσσεβείας τε ὁπόσῃ καὶ ἀγνωσίας θεοῦ μέθῃ τὰς ψυχὰς κατορωρυγμένοι τῆς τούτων ἁπάντων ἀνανεύσεως καὶ ἐλευθερίας ἠξιώθημεν διὰ μιᾶς μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν πρυτανευθείσης ἢ δι’ ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ·