Ancient Greek · ~3 min
4.5 to 4.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.5-2-6
Not analysed yet
ὧν οἱ μὲν ὁμόσε χωρήσαντες τῆς ὅλης κατέπτυσαν μυθολογίας τῶν σφετέρων προγόνων πλατὺ καταγελάσαντες ,οἶ δ’ ἀθεότητος δόξαν ἐκκλίναντες οὔτε ἐπὶ τοῖς πρότερον ἔστησαν οὔτε ἐξ ἅπαντος αὐτῶν ἀνεχώρησαν, κολακεῦσαι δὲ καὶ θεραπεῦσαι τὴν οἰκείαν προθέμενοι δόξαν τὰς περὶ τῶν τεθρυλημένων παρ’ αὐτοῖς θεῶν ἱστορίας ἀληθεῖς μύθους εἶναι πεπλασμένους ὑπὸ ποιητῶν ἐπεφήμισαν ,φυσικὰς ἐν αὐτοῖς ἀποκρύπτοντες θεωρίας. ὧν, εἰ καὶ ὅτι μάλιστα μηδὲν φέρουσιν ἀληθείας δεῖγμα, ὅμως δ’ οὖν ἀναγκαία γένοιτ’ ἂν ἡμῖν ἡ ἔκθεσις εἰς θεωρίαν τῶν καὶ παρὰ τούτοις σεμνῶν, ὡς ἂν καὶ τῆς τούτων ἀναχωρήσεως οὐκ ἄλλως ἡμῖν προξενηθείσης ἢ εἰ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸ εὔλογον παρασταίη. φέρε οὑν καὶ τούτων τὸν λόγον ἄνωθεν ἀναλαβόντες ἐπισκεψώμεθα.