Ancient Greek
5.1 to 5.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.1-3-2
Not analysed yet
Τοιαῦτα καὶ τὰ περὶ τῆς γενναίας τῶν σοφῶν Αἰγυπτίων φυσιολογίας τέθειται ὁ δεδηλωμένος, Αἰγυπτίων διασαφήσας ἡμῖν τὰ ἀπόρρητα, ὅτι τε ὕδωρ καὶ πῦρ σέβουσι, καὶ μία λογικῶν καὶ ἀλόγων οὐ μόνον σωμάτων, ἀλλὰ καὶ ψυχῆς οὐσία κέκριται εἶναι παρ’ αὐτοῖς ,ὡς εὐλόγως αὐτῷ δοκεῖν θεοὺς ἀνηγορεῦσθαι τὰ θηρία. καίτοι πῶς οὐ παραλογώτατον εἰς θεοποιίαν παραλαμβάνειν τὴν ἄλογον καὶ θηριώδη φύσιν, διὰ τὸ τῆς ἴσης, ὥς φασιν, ἀνθρώποις μετέχειν ψυχῆς ; ἐχρῆν γὰρ, εἴπερ ἄρα, ἀνθρώπους καὶ αὐτὰ ἡγεῖσθαι ,καὶ τῆς ἀνθρωπείας αὐτοῖς δόξης τε καὶ τιμῆς μεταδιδόναι.