Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.3-3
Not analysed yet
οἱ δὲ τοῦτο μὴ πράξαντες, τὰ πρὸς αὐτῆς τῆς φύσεως ἄλογα θηρία γενόμενα, καὶ ταύτην εἰληχότα τὴν ἐπωνυμίαν, καὶ οὐδὲ τῆς ἀνθρώπων προσρήσεως ἠξιωμένα, οὐδ’ ὁμοίως ἀνθρώποις ἠξίωσαν ἀποδέξασθαι · τὴν ἀνωτάτω δὲ τοῦ παμβασιλέως προσηγορίαν καὶ τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ φέροντες εἰς τὴν θηρίων φύσιν καταβεβλήκασι, καὶ θεοὺς ἐπεφήμισαν ἃ μηδὲ τῆς ἀνθρώπων πρὸς αὐτοῦ τοῦ θεοῦ κατηξίωται προσηγορίας.