Ancient Greek
BIBΛION ΠΡΩΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.2
Not analysed yet
καὶ τί χρὴ μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μὴ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι; τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο κα- θόλου πραγματευομένης, τοὺς μὲν ἐπιτηδείως ἒχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν φρονήσεως ἐπιμέλεσθαι, καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν, ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ’ ἡμὰς ἐλπίδος.