Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.3
Not analysed yet
ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ λόγου, καί μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις, καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θε- ραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες, ὡς ἐν φαρμάκου μοίρᾳ, τὴν ὑγιῆ πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας καὶ περὶ τοῦ κατ’ ἀρετὴν βίου ἐντιθέντες αὐτοῖς.