Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.2-3
Not analysed yet
ταῦτα τοῦτον διαστειλάμενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ὑποτετάχθαι· δαίμοσι δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. τοιούτῳ δ᾿ ἀφορισμῷ κεχρημένοι πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν· δεύτερον τοὺς ἀγαθοὺς δαίμονας· τρίτον τὰς τῶν ἡρώων ψυχὰς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμο- νᾶς.